Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.200 Joseph. BJ 7.206 (English) >>Joseph. BJ 7.212

7.203ἐνταῦθα δὴ τοίνυν Ἐλεάζαρος ἱκέτευεν αὐτοὺς μήτε αὐτὸν περιιδεῖν ὑπομείναντα θανάτων τὸν οἴκτιστον καὶ σφίσιν αὐτοῖς τὴν σωτηρίαν παρασχεῖν τῇ Ῥωμαίων εἴξαντας ἰσχύι καὶ τύχῃ μετὰ πάντας ἤδη κεχειρωμένους. 7.204οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου λόγους κατακλώμενοι καὶ πολλῶν ἔνδον ὑπὲρ αὐτοῦ δεομένων, ἦν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, παρὰ τὴν αὐτῶν φύσιν εἰς οἶκτον ἐνέδωκαν· 7.205καί τινας ἐξαποστείλαντες κατὰ τάχος διελέγοντο ποιεῖσθαι τὴν παράδοσιν τοῦ φρουρίου ἀξιοῦντες, ἵνʼ ἀδεεῖς ἀπαλλάττωνται κομισάμενοι τὸν Ἐλεάζαρον. 7.206δεξαμένων δὲ τῶν Ῥωμαίων καὶ τοῦ στρατηγοῦ ταῦτα, τὸ πλῆθος τῶν ἐν τῇ κάτω πόλει τὴν γεγενημένην ἰδίᾳ τοῖς Ἰουδαίοις πυθόμενοι σύμβασιν αὐτοὶ κατὰ νύκτα λαθόντες ἔγνωσαν ἀποδρᾶναι. 7.207τὰς πύλας δὲ αὐτῶν ἀνοιξάντων παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ἧκεν μήνυσις, εἴτʼ οὖν τῆς σωτηρίας αὐτοῖς φθονησάντων εἴτε καὶ διὰ δέος, μὴ τὴν αἰτίαν αὐτοὶ λάβωσι τῆς ἐκείνων ἀποδράσεως. 7.208οἱ μὲν οὖν ἀνδρειότατοι τῶν ἐξιόντων ἔφθασαν διεκπαίσασθαι καὶ διαφυγεῖν, τῶν δʼ ἔνδον καταλειφθέντων ἄνδρες μὲν ἀνῃρέθησαν ἐπὶ τοῖς χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. 7.209τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας οἰόμενος δεῖν Βάσσος διαφυλάττειν αὐτούς τε ἀφίησιν καὶ τὸν Ἐλεάζαρον ἀπέδωκε.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.200 Joseph. BJ 7.206 (English) >>Joseph. BJ 7.212

Powered by PhiloLogic